Add parallel Print Page Options

Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.

Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. μειζοτέραν τούτων οὐκ ἔχω [a]χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν [b]τῇ ἀληθείᾳ περιπατοῦντα.

Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ [c]τοῦτο ξένους, οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ· ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν [d]ἐθνικῶν. ἡμεῖς οὖν ὀφείλομεν [e]ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.

Read full chapter

Footnotes

  1. ΙΩΑΝΝΟΥ Γ΄ 1:4 χαράν Treg NIV RP ] χάριν WH
  2. ΙΩΑΝΝΟΥ Γ΄ 1:4 τῇ WH Treg NIV ] – RP
  3. ΙΩΑΝΝΟΥ Γ΄ 1:5 τοῦτο WH Treg NIV ] εἰς τοὺς RP
  4. ΙΩΑΝΝΟΥ Γ΄ 1:7 ἐθνικῶν WH Treg NIV ] ἐθνῶν RP
  5. ΙΩΑΝΝΟΥ Γ΄ 1:8 ὑπολαμβάνειν WH Treg NIV ] ἀπολαμβάνειν RP